Ancient Greek
Book 2
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 2.5
Not analysed yet
Εἰ δὲ μὴ, ἔρχομαί σοι ταχύ. Κίνησις Ἐκκλησίας ἐστὶν ἡ τῆς θείας χάριτος γύμνωσις, δι’ ἧς ἐν σάλῳ καὶ κλύδωνι ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων, καὶ τῶν ὑπουργούντων αὐτοῖς πονηρῶν ἀνθρώπων καθίσταται. τινὲς δὲ τὴν τῆς λυχνίας κίνησιν, τὸν ἀρχιερατικὸν τῆς Ἐφέσου θρόνον ὡς ἐν τῇ βασιλίδι μετατεθέντα ἐνόησαν. τὰ δὲ ἔργα τῶν Νικολαϊτῶν ὅπως εἰσὶ τῷ Θεῷ μισητὰ, ἐντυχών τις τῇ βδελυρᾷ αὐτῶν αἱρέσει γνώσεται.