Ancient Greek
Book 2
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 2.7
Not analysed yet
Ὁ ἔχων οὖς ἀκουσάτω. Σαμικὸν μὲν οὖς, πᾶς ἄνθρωπος, πνευματικὸν δὲ, ὁ πωευματικὸς μόνος κέκτηται, ὃ τῷ Ἡσαΐᾳ προστέθειται. τῷ δὲ τοιούτῳ νικῶντι τὸν πρὸς τοὺς δαίμονας πόλεμον δώσειν ἐπαγγέλλεται φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, τουτέστι μετασχεῖν τῶν τοῦ μέλλοντος αἰῶνος ἀγαθῶν. περιφραστικῶς γὰρ διὰ τοῦ ξύλου δηλοῦται ἡ ζωὴ ἡ αἰώνιος, ὧν ἑκάτερον ὁ Χριστός ἐστιν, ὥς φησι Σολομὼν περὶ τῆς σοφίας λέγων, “ξύλον ζωῆς ἐστιν πᾶσι τοῖς “ἀντεχομένοις αὐτῆς,” καὶ ὁ παρὼν Ἀπόστολος ἑτέρωθι περὶ τοῦ Χριστοῦ λέγων “αὐτός ἐστί,” φησιν, “ὁ Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος.”