Ancient Greek
Book 20
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 20.12
Not analysed yet
Καὶ εἶδον τοὺς νεκρούς. Νεκρούς φησιν, ἢ πάντας τοὺς ἀνθρώπους, ὡς τὴν τοῦ σώματος νέκρωσιν ὑπομένοντας, ἢ τοὺς νεκρωθέντας τοῖς παραπτώμασι. μεγάλους δὲ καὶ μικροὺς, ἢ τοὺς καθ’ ἡλικίαν, ἢ τοὺς μᾶλλον καὶ ἧττον τὰ τῆς νεκρώσεως ἔργα πράξαντας, καὶ ἀναλόγως κολασθησομένους ταῖς πράξεσιν· ἢ μεγάλους μὲν τοὺς δικαίους, μικροὺς δὲ καὶ μηδαμινοὺς τοὺς ἁμαρτωλοὺς, διὰ ψυχῆς εὐτέλειαν. τὰ δὲ βιβλία τὰ ἀνοιγόμενα σημαντικά ἐστι τῶν ἑκάστου πράξεων τῆς γνώσεως. ἡ δὲ μία βίβλος τῆς ζωῆς ἐστιν, ᾗ τὰ τῶν ἁγίων ἐγγέ- γραπτο ὀνόματα.