Ancient Greek
Book 20
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 20.13
Not analysed yet
Καὶ ἔδωκεν ἡ θάλασσα. Ἕκαστόν φησι, σῶμα εἰς ἅπερ ἀναλύεται, ἐξ ἐκείνων καὶ συνί- σταται καὶ ἀναδίδοται, εἴ τε γῇ, εἴτε θαλάσσῃ παραδοθῇ. θάνατος δὲ καὶ ᾅδης οὐ ζῷα ἔμψυχα, ἀλλὰ θάνατος μὲν χωρισμὸς ψυχῆς καὶ σώματος, ᾅδης δὲ τόπος ἡμῖν ἀειδὴς, ἤγουν ἀφανὴς, ὁ τὰς ψυχὰς ἐντεῦθεν ἐκδημούσας δεχόμενος· νεκραὶ δὲ ψυχαὶ, αἱ τὰς νεκροποιούσας πράξεις ἐπιφερόμεναι, "δικαίων γὰρ ψυχαὶ ἐν χειρὶ "Θεοῦ, καθὰ γέγραπται.