Ancient Greek
Book 20
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 20.2
Not analysed yet
Καὶ ἔδησεν αὐτὸν χίλια ἔτη. Χίλια ἔτη οὐ πάντως τὰ τοσαῦτα τῷ ἀριθμῷ, τουτέστι δεκάκις ρ, ἀλλὰ τῶν πολλῶν ἢ τοῦ τελείου εἶναι σημαντικὸν τὸν χίλιον ἀριθμόν. πολλὰ μὲν γὰρ ταῦτα πρὸς τὸ κηρυχθῆναι πανταχοῦ τὸ Εὐαγγέλιον. τελείου δὲ σημαντικὰ, ὅτι ἐν αὐτοῖς τῆς παιδικῆς ἐν νόμῳ πολιτείας ἀπαλλαγέντες, “εἰς ἄνδρα “τέλειον εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ κεκλήμεθα. χίλια τοίνυν ἔτη ὁ ἀπὸ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως χρόνος μέχρι τῆς τοῦ Ἀντιχρίστου ἐλεύσεως, εἴτε ὡς ἐξειλήφαμεν, εἴτε δεκάκις ρ, ὥς τισι νενόμισται, εἴτε καὶ τούτων ἀποδέοντα, τῷ Θεῷ μόνῳ ἔγνωσται, τῷ εἰδότι μέχρι τίνος συμφέρει ἡμῖν τὴν μακροθυμίαν, καὶ τοῦ τῇδε βίου τὴν παράτασιν ἔκρινεν· μεθ’ ἣν συνταράξει τὴν οἰκουμένην πᾶσαν ὁ Ἀντίχριστος, τὴν τοῦ ἀρχεκάκου ἐν ἑαυτῷ χωρῶν ἐνέργειαν, καὶ τὴν τρύγα τῆς αὐτοῦ ἰοβόλου κακίας ἐν ἀνθρώποις ἐκχέων· ἅτε εἰδὼς τὸ τῆς αὐτοῦ κολάσεως ἀπαράβατον.