Ancient Greek
Book 20
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 20.4
Not analysed yet
Καὶ εἶδον θρόνους. Καὶ ἤδη μὲν διδασκαλικοὶ θρόνοι τοῖς ἁγίοις Ἀποστόλοις δέδονται, δι’ ὧν τὰ ἔθνη πεφωταγώγηνται. δοθήσονται δὲ κατὰ τὴν θείαν ὑπόσχεσιν καὶ ἐν τῷ μέλλοντι εἰς κατάκρισιν τοῖς ἀπωσαμένοις τὸ εὐαγγελικὸν κήρυγμα. καὶ τοῖς λοιποῖς δὲ ἁγίοις μάρτυσι τοῖς ὑπὸ Χριστοῦ παθοῦσι, καὶ μὴ δεξαμένοις τοῦ νοητοῦ θηρίου χάραγμα, δηλαδὴ τὴν εἰκόνα τῆς αὐτοῦ ἀποστασίας, ἐδόθη κρίμα, τουτέστιν ἐξουσία τοῦ κρίνειν· διὸ δαίμονας μέχρι τοῦ νῦν ὡς ὁρῶμεν κρίνουσι, συνδοξαζόμενοι τῷ Χριστῷ μέχρι συντελείας τοῦ παρόντος αἰῶνος, ὑπὸ βασιλέων εὐσεβῶν καὶ ἀρχόντων πίστων προσκυνούμενοι, καὶ πᾶσι τὴν θεόσδοτον διὰ τῶν θαυμάτων δύναμιν ἐπιδεικνύμενοι.