Ancient Greek
Book 20
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 20.5
Not analysed yet
Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων. Δύο ζωὰς καὶ δύο νεκρώσεις ἤγουν θανάτους ἐκ τῆς θείας γραφῆς εἶναι διδασκόμεθα. ἔστι τοίνυν ἡ μὲν πρώτη ζωὴ, ἡ μετὰ τὴν τῆς ἐντολῆς παράβασιν πρόσκαιρος καὶ σαρκικὴ, ἡ δὲ μετὰ τὴν τῶν τοῦ Χριστοῦ ἐντολῶν τήρησιν ἐπηγγελμένη τοῖς ἁγίοις ζωὴ αἰώνιον καὶ θάνατοι δὲ ὡσαύτως δύο· ὁ μὲν τῆς σαρκὸς πρόσκαιρος, ὁ δὲ δι’ ἁμαρτημάτων ἔκτισιν ἐπαγόμενος ἐν τῷ μέλλοντι αἰώνιος· ὅπερ ἐστὶν ἡ τοῦ πυρὸς γεέννα. καὶ νεκρῶν δὲ διαφορὰν γινώσκομεν· οἱ μὲν γὰρ φευκτοὶ, δηλαδὴ οἱ ταῖς πράξεσι τὴν δυσωδίαν καὶ τὴν νέκρωσιν ἐπιφερόμενοι, οἱ δὲ ἐπαινετοὶ, οἱ τῷ Χριστῷ συσταυρούμενοι, καὶ τῷ κόσμῳ νεκρούμενοι. οἱ οὖν ἀπηγορευμένοι νεκροὶ οὐ ζῶσι σὺν Χριστῷ ἄχρι τελεσθῶσι α τουτέστι τέλειος ἀριθμὸς, ὁ ἀπὸ τῆς πρώτης αὐτοῦ παρουσίας, μέχρι τῆς δευτέρας διήκων.