Ancient Greek
Book 21
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 21.16
Not analysed yet
Καὶ ἡ πόλις τετράγωνος. Τετράγωνος αὕτη διὰ τὸ ἑδραῖον καὶ πάγιον. αἱ δὲ ιβ χιλιάδες τῶν σταδίων ἃς ἔχειν φησὶ τὴν πόλιν, ἴσως μὲν σημαίνουσι τὸ ταύτης μέγεθος, ἴσως δὲ καὶ διὰ τὸν ἀριθμὸν τῶν ιβ Ἀποστόλων δι’ ὧν αὐτὴ κατοικίζεται. Καὶ τὸ πλάτος. Τὸ μέτρον τοῦ βάθους τοῦ τείχους πηχῶν ρμδ. δωδεκάκις γὰρ ὁ ιβ ἀριθμὸς συντιθέμενος, ὁ τὴν ἀποστολικὴν διδασκαλίαν ἐμφαίνων, τοῦτον ἀποτελεῖ τὸν ἀριθμόν.