Ancient Greek
Book 21
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 21.15
Not analysed yet
Καὶ ὁ λαλῶν μετ’ ἐμοῦ. Ὁ χρυσὸς κάλαμος δηλοῖ τὸ τίμιον τοῦ τε μετροῦντος Ἀγγέλου καὶ τῆς μετρουμένης πόλεως, ἧς τεῖχος τὸν Χριστὸν ἐξελάβομεν· οὐχ ὑπὸ ἀνθρώπων, ὑπὸ δὲ Ἀγγέλων μετρουμένης, διὰ τοῦ καθαροῦ καὶ σοφοῦ τῶν ὑπερκοσμίων φύσεων, αἷς εἰκὸς ἔγνωσται τῆς ἄνω πόλεως τό τε μέγεθος ἥτε εὐπρέπεια. ἡγούμεθα δὲ τεῖχος ἐνταῦθα καὶ τὴν θείαν περιβολὴν καὶ σκέπην νοεῖσθαι, ἐν ᾗ οἱ ἅγιοι φυλαχθήσονται.