Ancient Greek
Book 21
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 21.2
Not analysed yet
Καὶ τὴν πόλιν τὴν ἁγίαν. Καὶ ἐκ τούτου δείκνυται τὸ τῆς καινότητος ὄνομα μεταποιήσεως τῆς ἐπὶ τὸ φαιδρότερον γνώρισμα, ἧς ἡ ἄνω ἱερουσαλὴμ τεύξεται, ἐκ τῶν ἀσωμάτων δυνάμεων ἄνωθεν μέχρις ἀνθρώπων καταβαίνουσα, διὰ τὸ κοινὴν γενέσθαι κεφαλὴν ἀμφοτέρων Χριστὸν τὸν Θεὸν ἡμῶν. αὕτη δὲ ἡ πόλις ἐξ ἁγίων συναρμολογεῖται λίθων, ἀκρογωνιαῖον δὲ τὸν Χριστὸν ἔχουσα. λέγεται δὲ πόλις μὲν, ὡς τῆς βασιλίδος Τριάδος οἰκητήριον· νύμφη, ὡς κολλωμένη τῷ δεσπότῃ καὶ συναπτομένη εἰς ἄκραν καὶ ἀδιάστατον συνάφειαν. κεκοσμημένη δὲ ὡς ἔσωθεν κατὰ τὸν ψαλμῳδὸν, τὴν δόξαν καὶ τὴν ὥραν ἐν τῇ ποικιλίᾳ τῶν ἀρετῶν ἔχουσα.