Ancient Greek
Book 21
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 21.1
Not analysed yet
Καὶ εἶδον οὐρανὸν καινόν. Κἀνταῦθα οὐκ ἀνυπαρξίαν δηλοῖ τῆς κτίσεως ἀλλὰ ἀνακαι- νισμὸν ἐπὶ τὸ βέλτιον. τὸ γὰρ παλαιωθὲν ἀνακαινιζόμενον, οὐ τῆς οὐσίας ἀφανισμὸν, ἀλλὰ τοῦ γήρως καὶ τῶν ῥυτίδων σημαίνει τὴν ἀπόξεσιν. σημειωτέον δὲ ὅτι περὶ μὲν οὐρανοῦ καὶ γῆς φησὶν, ὅτι παρῆλθεν, ἀντὶ τοῦ ἠλλάγη, καὶ τὴν εἰς τὸ κρεῖττον ἐδέξατο κατά- στασιν. περὶ δὲ τῆς θαλάσσης φησὶν, ὅτι οὐκ ἔστιν ἔτι. τίς γὰρ χρεία θαλάσσης δὴ δεομένων ἀνθρώπων τοῦ πλέειν αὐτὴν, ἢ δι’ αὐτῆς πορίζεσθαι τὰ ἐν ταῖς μακρὰν κειμέναις χώραις γεωργού- μένα ἀγώγιμα, καὶ τὸν ταραχώδη βίον καὶ πολυκύμονα σημαινούσης, μὴ αὐτῆς εἶναι τότε χρεία; οὐδὲν γὰρ ταραχῆς ἢ φόβου ἐν τοῖς ἁγίοις τότε καταλειφθήσεται.