Ancient Greek
Book 21
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 21.21
Not analysed yet
Καὶ οἱ δώδεκα πυλῶνες. Οἱ ιβ πυλῶνες δηλαδὴ οἱ αὐτοὶ Ἀπόστολοι, δι’ ὧν τὴν θύραν καὶ τὴν ὁδὸν ἐπέγνωμεν, ιβ εἰσὶ μαργαρῖται, ἐξ ἑνὸς πολυτιμήτου μαργαρίτου Χριστοῦ τὴν διαύγειαν κτησάμενοι. Καὶ ἡ πλατεῖα τῆς πόλεως. Ἓν παράδειγμα τὴν ἀκρίβειαν τῶν τῆς ἄνω πόλεως ἀγαθῶν παραστῆσαι οὐ δύναται· διὸ τὴν πλατεῖαν τῆς πόλεως, διὰ μὲν τὸ πολυτελὲς καὶ εὔχρουν, ὡς χρυσίον, διὰ δὲ τὸ καθαρὸν, ὡς κρύσταλλον, ἐθεάσατο.