Ancient Greek
21.22 to 21.23
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 21.22-23
Not analysed yet
Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ. Τοῖς ἔχουσι τὸν Θεὸν φρουρὰν καὶ σκέπην, τίς χρεία ναοῦ αἰσθητοῦ ; οὗτος γὰρ ἔσται τῶν ἁγίων καὶ ναὸς καὶ ἔνοικος, ἐνοικῶν ἐν αὐτοῖς καὶ ἐμπεριπατῶν, καθὼς ἐπήγγελται τῷ ἀρνίῳ· ὁ δι’ ἡμᾶς σφαγιασθεὶς ἀμνὸς τοῦ Θεοῦ, ᾧτ’ δηλαδὴ οὐσιωδῶς καὶ τὸ ζωοποιὸν Πνεῦμα συντέτακται. ἀκταὶ. Καὶ ἡ πόλις. Ἔνθα ὁ τῆς δικαιοσύνης νοητὸς ἥλιος, αἰσθητῶν φωστήρων οὐ χρεία, αὐτὸς γὰρ αὐτοῖς ’δοξα, καὶ λύχνος.