Ancient Greek
Book 21
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 21.24
Not analysed yet
Καὶ περιπατήσουσι τὰ ἔθνη. Τὰ μὲν οὖν σωζόμενα ἔθνη ἐν φωτὶ αὐτῆς, φησὶ, περιπατήσουσιν· οἱ δὲ ἐν τῇ γῇ τῶν παθῶν βασιλεύσαντες, τὴν τῶν ἀγαθῶν πράξεων δόξαν καὶ τιμὴν ἐν αὐτῇ οἴσουσι. τὸ δὲ μὴ κλεισθῆναι τὰς πύλας δηλοῖ, ἣ τὸ ἀσφαλὲς τῶν οἰκητόρων αὐτῆς καὶ ἄτρεπτον, ἣ τὸ κἀκεῖ τοὺς θείους πυλῶνας τῆς ἀποστολικῆς διδασκαλίας ἠνεῶχθαι πᾶσιν, πρὸς τὴν τῶν τελειοτέρων μάθησιν. ἡμέρα δὲ ἔσται ἐκεῖ καὶ οὐ νύξ· ἡ γὰρ νὺξ τοῖς ἁμαρτωλοῖς ἀποκληρωθήσεται.