Ancient Greek
21.5 to 21.7
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 21.5-7
Not analysed yet
Ἀληθινοὶ καὶ πιστοί εἰσι. Ἀληθινοὶ οἱ λόγοι ὡς ὑπ’ αὐτῆς τῆς ἀληθείας ἐκφερόμενοι, καὶ μηκέτι διὰ συμβόλων, ἀλλὰ δι’ αὐτῶν τῶν πραγμάτων γινωσκόμενοι. ἀρχὴ δὲ καὶ τέλος ὁ Χριστὸς, ὡς πρῶτος διὰ τὴν θεότητα καὶ ἔσχατος διὰ τὴν ἀνθρωπότητα, καὶ ὡς ἀπὸ τῆς πρώτης τῶν ἀσωμάτων κτίσεως μέχρι τῶν τελευταίων ἀνθρώπων τὴν οἰκείαν κινῶν πρόνοιαν. Ἐγὼ τῷ διψῶντι δώσω. Τῷ διψῶντι τὴν δικαιοσύνην παρέξειν ἐπαγγέλλεται τὴν χάριν τοῦ ζωοποιοῦ Πνεύματος. δωρεὰν δὲ, “ὅτι οὐκ ἄξια τὰ παθή- “μάτα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν τοῖς ἁγίοις “ἀποκαλύπτεσθαι,” ἢ δωρεὰν, ὅτι οὐκ ἔστι ταύτην χρήμασιν, ἀλλ’ ἔργοις ἀγαθοῖς κτήσασθαι, φιλανθρωπίᾳ τοῦ παρέξοντος. Ὁ νικῶν δώσω αὐτῶ. Ὁ νικῶν φησι τὸν πρὸς τοὺς ἀοράτους δαίμονας πόλεμον, τῶν ἀγαθῶν τούτων τεύξεται, υἱὸς Θεοῦ γενόμενος, καὶ τοῖς πατρικοῖς ἐντρυφῶν ἀγαθοῖς.