Ancient Greek
Book 21
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 21.8
Not analysed yet
Τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις. Πάντοθεν ἡμᾶς ὁ διψῶν τὴν σωτηρίαν ἡμῶν Θεὸς, εἰς τὴν κληρονομίαν τῶν ὑπ’ αὐτοῦ ἀγαθῶν, διά τε χρηστῶν διά τε σκυθρωπῶν προτρέπεται. ὑπ’ ὄψιν ἡμῖν ἄγων τὴν τῆς ἄνω Ἱερουσαλὴμ λαμπρότητα, καὶ τῆς γεέννης τοῦ πυρὸς τὴν ἀφεγγῆ καὶ ὀδυνηρὰν σκυθρωπότητα, ἵνα ἢ πόθῳ τῆς αἰωνίου δόξης ἢ φόβῳ τῆς ἀπεράντου αἰσχύνης, ὡς καιρός ἐστι, τὸ ἀγαθὸν ἐργασώμεθα, σὺν τοῖς λοιποῖς ἀπηγορευμένοις, καὶ τοὺς δειλοὺς καὶ ἀνάνδρους ἐν τῆ κατὰ τοῦ διαβόλου πάλῃ τῷ δευτέρῳ θανάτῳ φήσας καταδικασθήσεσθαι.