Ancient Greek
Book 22
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 22.18
Not analysed yet
Ἐπιθήσει ἐπ’ αὐτόν. Φοβερὰ ἡ κατὰ τῶν παραχαρακτῶν τῶν θείων γραφῶν κατάρα, ἐπειδὴ καὶ τολμηρὰ ἡ τούτων προπέτεια, ἀλλοτριῶσαι δυναμένη τοὺς αὐθάδεις τῶν ἀγαθῶν ἐκείνου τοῦ αἰῶνος τοῦ μέλλοντος. ὅπερ ἵνα μὴ πάθωμεν, διαμαρτύρεται ἡμῶν τοῖς ἀκούουσι μήποτε προσθεῖναι μηδὲ ἀφελεῖν, ἀλλὰ τὰ γραφικὰ ἰδιώματα τῶν Ἀττικῶν συντάξεων καὶ τῶν διαλεκτικῶν συλλογισμῶν ἡγεῖσθαι ἀξαοπιστοτερα καὶ σεμνότερα.