Ancient Greek
Book 22
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 22.17
Not analysed yet
Καὶ τὸ Πνῦμα καὶ ἡ νύμφη. Καὶ ἡ Ἐκκλησία καὶ τὸ ἐν αὐτῇ Πνεῦμα κράξει ἐν ταῖς καρδίαις ἡμῶν “ἀββᾶ ὁ πατὴρ,’’ καὶ τὴν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ παρουσίαν ἐπικαλεῖται· καὶ πᾶς δὲ πιστὸς τῷ Θεῷ καὶ Πατρὶ προσευχόμενος λέγει, “ἐλθέτω ἡ βασιλεία σου.’’ Καὶ ὁ διψῶν ἐρχέσθω. Δίψης χρεία ἐν τῷ τῆς ζωῆς πόματι πρὸς βεβαίαν τοῦ κτηθέντος κατάσχεσιν, μάλιστα ὅτι καὶ δῶρον παρέχεται, οὐ τοῖς μηδόλως καμοῦσιν, ἀλλὰ τοῖς οὐκ ἄξια τῆς τοῦ δώρου μεγαλειότητος, μόνην δὲ γνώμην γνησίαν καὶ διάπυρον, ἀντὶ χρυσίου καὶ ἀργυρίου καὶ σωματικῶν πόνων, εἰσφέρουσιν.