Ancient Greek
Book 22
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 22.6
Not analysed yet
Καὶ εἶπεν μοι. Μέχρι τῶν ἐνταῦθα τὴν τοῦ Ἀγγέλου ὀπτασίαν καὶ τῶν τεθεαμένων τὴν ἑρμηνείαν παραθέμενος, λοιπὸν ὡς ἐξ οἰκείου προσώπου φησὶ, πιστοὶ δὲ καὶ ἀληθινοὶ οἱ λόγοι, ὡς ἐκ τῆς ἀληθείας ὄντες. Καὶ Κύριος ὁ Θεός. Εἰ Θεὸς τῶν προφητῶν ὁ Χριστὸς ὃς τὸν Ἄγγελον αὐτοῦ ἀπέστειλε διὰ μέσου τοῦ τὴν ὀπτασίαν ἑωρακότος Ἰωάννου, δεῖξαι τοῖς δούλοις αὐτοῦ τὰ μέλλοντα γίνεσθαι, εὔδηλον ὅτι συγκαταβατικῶς κατ’ οἰκονομίαν τῷ Υἱῷ ἐν τοῖς προομίοις ἔφη δίδοσθαι διὰ τὴν σάρκα τὴν Ἀποκάλυψιν.