Ancient Greek
22.7 to 22.13
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 22.7-13
Not analysed yet
Ἰδοὺ ἔρχομαι ταχύ. Ἔθος ἐστὶ τοῦτο καὶ τοῖς θείοις προφήταις, ὡς ἐξ οἰκείου προσώπου τὰ θεῖα χρησμῳδεῖν. τὸ δὲ “ταχὺ ἔρχομαι,” ἢ δηλοῦντος ἐστὶ τὴν τοῦ παρόντος καιροῦ βραχύτητα συγκρίσει τοῦ μέλλοντος, ἢ τῆς ἑκάστου τελευτῆς τὸ ἀθρόον καὶ σύντομον ἑκάστῳ γὰρ τέλος ἡ ἐντεῦθεν αὐτοῦ μετάστασις. Ταὶ ἐγὼ Ἰωάννης οὐ βλέπων. Ὠσπερ ἐν τῷ Εὐαγγελίῳ πεποίηκεν εἰπὼν, “καὶ ὁ ἑωρακὼς “μεμαρτύρηκε, καὶ ἀληθινή ἐστιν ἡ μαρτυρία αὐτοῦ, οὕτω κἀνταῦθα αὐτήκοος εἶναι καὶ αὐτόπτης τῶν προφητευθέντων ὁμολογήσας, τὰ ἑωραμένα ἐπιστώσατο. ἔδειξε δὲ καὶ τοῦ τυπώσαντος Ἀγγέλου τὸ εὐλαβὲς, ὅπως τὴν προσκύνησιν τοῦ συνδούλου οὐ προσήκατο, ἀλλ’ εὐγνωμόνως τῷ κοινῷ δεσπότῃ προσένειμεν. Καὶ λέγει μοι· οὐ σφραγίσῃς. Ἐντεῦθεν εἰς τὸ δεσποτικὸν μέτεισι τοῦ Χριστοῦ πρόσωπον λέγων, μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας, καὶ γὰρ ἀξία ἡ βίβλος τῆς παρὰ τῶν πιστῶν ἀναγνώσεως. διὰ τε γὰρ τῆς ἡτοιμασμένης τοῖς ἁμαρτωλοῖς κολάσεως, διά τε τῆς ἐπηγγελμένης τοῖς ἁγίοις ἀναπαύσεως ὁδηγεῖ πρὸς τὴν ὄντως ζωὴν τοὺς ἐντυγχάνοντας. Καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω. Οὐχ ὡς εἰς ἀδικίαν καὶ ῥυπαρίαν προτρέπων τὰ παρατεθέντα εἴρηκεν, ἀλλ’ ὡς τὸ τῆς γνώμης φυλάττων ἀκατανάγκαστον, ὡς ἂν εἴποι, ἕκαστος τὸ ἀρεστὸν αὐτῷ ποιησάτω, τινὰ οὐ βιάζομαι, τὴν προαίρεσιν δείξας, ἑκάστῳ ἐπιτηδεύματι πέρας ἀκολουθεῖν κατάλληλον, ὅταν ἔρχωμαι ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἐγὼ τὸ ἄλφα. Οὐκ ἔστι, φησὶ, πρὸ ἐμοῦ, οὔτε μετ’ ἐμὲ θεὸς ἕτερος· οὔτε γὰρ τῆς ἀρχῆς ἔστι τί πρεσβύτερον, οὔτε τῆς θεικῆς βασιλείας καὶ ἐξουσίας ἔσται τέλος. εἴρηται δὲ καὶ ἀνωτέρω πρῶτος ὁ Χριστὸς διὰ τὴν θεότητα, ἔσχατος δὲ διὰ τὴν ἀνθρωπότητα.