Ancient Greek
Book 3
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 3.12
Not analysed yet
Ὁ νικῶν ποιήσω. Στύλον εἰκότως φησίν· ὁ γὰρ νικητὴς τῶν ἐναντίων δυνάμεων, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας καθίσταται, ἀκίνητον ἐν αὐτῇ τὴν βασιλείαν ἔχων κατὰ τὸν Ἀπόστολον. καὶ ἐπὶ τὴν καρδίαν φησὶ τοῦ τοιούτου στύλου χαράξω τὴν γνῶσιν τοῦ θείου ὀνόματος καὶ τῆς ἄνω Ἰερουσαλὴμ, ἵνα ἴδῃ τὰ ἐν αὐτῇ κάλλη τοῖς τοῦ Πνεύματος ὀνόμασι, καὶ τὸ καινὸν ὄνομα τὸ τοῖς ἁγίοις ἐν τῷ μέλλοντι γνωριζόμενον. τῷ δὲ Θεῷ μου ἀνθρωπίνως περὶ τοῦ Πατρὸς εἴρηκεν, ὡς σὰρξ δι’ ἡμᾶς ἀτρέπτως γενόμενος. ἄνωθεν δὲ Ἰερουσαλὴμ καταβαίνει, ἐκ μὲν Ἀγγέλων ἀρξαμένης τῆς θείας γνώσεως, μέχρις ἡμῶν δὲ καταντησάσης, συναφθέντων ἀλλήλοις διὰ Χριστοῦ τῆς κεφαλῆς ἡμῶν.