Ancient Greek
Book 3
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 3.14
Not analysed yet
Τάδε λέγει ὁ ἀμήν. Διὰ τοῦ βαπτιστοῦ ἡ ἀλήθεια τοῦ Χριστοῦ δείκνυται, μᾶλλον δὲ ὁ αὐτὸς οὐσιώδης ἐστιν ἀλήθεια. ἀρχὴ δὲ ἤτοι βασιλεία, ὡς πάντων τῶν κτισμάτων δεσπόζουσα· ἀρχὴ γὰρ τῆς κτίσεως ἡ προκαταρκτικὴ αἴτια καὶ ακτιστος.