Ancient Greek
Book 3
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 3.3
Not analysed yet
Ἐὰν οὖν μὴ γρηγορήσῃς. Ταῦτα φησὶν εἰκότως, ὅτε γὰρ ἑκάστου θάνατος, ἥτε κοινὴ συντέλεια, πᾶσιν ἄγνωστος· τοῖς μὲν παρεσκευασμένοις πόνων ἀνάπαυσις, τοῖς δὲ ἀπαρασκευάστοις κλέπτης, ψυχικὸν ἐπάγων θάνατον. Ἀλλ’ ὀλίγα ἔχεις. Τοῦτο, φησὶ, καλὸν κέκτησαι, ἔχουσα τινὰς τοὺς τὸ ἱμάτιον τῆς σαρκὸς ῥυπαραῖς πράξεσι μὴ μιάναντας, οἳ μετ’ ἐμοῦ ἐν τῇ παλιγγενεσίᾳ λαμπροφορήσουσιν, ὡς τηρήσαντες ἁπλῶς τὸ τῆς ἀφθαρσίας ἔνδυμα.