Ancient Greek
3.1 to 3.2
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 3.1-2
Not analysed yet
Τάδε λέγει Κύριος. Ἑπτὰ ἀστέρας, θείους Ἀγγέλους φησὶν, ἑπτὰ δὲ πνεύματα, ἢ τοὺς αὐτοὺς, ἢ τὰς ἐνεργείας τοῦ ζωοποιοῦ Πνεύματος, ἅπερ ἀμφότερα ἐν τῇ χειρὶ τοῦ Χριστοῦ εἰσιν, τῶν μὲν γὰρ ὡς δεσπότης κρατεῖ, τοῦ δὲ Πνεύματος ἐστὶ χορηγὸς ὡς ὁμοούσιος· ἐπιπλήττει δὲ τῇ Ἐκκλησίᾳ, ὡς ψιλὸν ὄνομα ζωῆς ἐχούσης πίστεως, νενεκρωμένη δὲ ἐξ ἀγαθῶν πράξεων. Γίνου γρηγορῶν. Τὸν ὕπνον φησὶ τῆς ῥαθυμίας ἀποτίναξαι, καὶ τὰ μέλη σου τὰ ἀποθνήσκειν τελείως διὰ τῆς ἀπιστίας μέλλοντα, στήριξον· οὐ γὰρ ἡ ἀρχὴ τῶν ἀγαθῶν ἔργων στεφανοῖ τὸν ἀγαθὸν ἐργάτην, ἀλλὰ τὸ τέλος.