Ancient Greek
Book 4
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 4.5
Not analysed yet
Ταὶ ἐκ τοῦ θρόνου. Κἀντεῦθεν τὸ φοβερὸν καὶ καταπληκτικὸν τοῦ Θεοῦ κατὰ τῶν ἀναξίων τῆς αὐτοῦ μακροθυμίας δείκνυται· τοῖς μέν τοι σωτηρίας ἀξίοις, τούτων ἑκατέρα φωτισμὸν ἐντίθησιν, ἡ μὲν τοῖς τῆς διανοίας ὄμμασιν, ἡ δὲ τοῖς πνευματικοῖς ὠσὶν ἐμπίπτουσα. Εἰσὶν ἑπτὰ πνεύματα. Τὰ πνεύματα ταῦτα, εἴτε ἑπτὰ Ἀγγέλους ὑπερέχοντας δεῖ νοεῖν, εἴτε τὰς ἐνεργείας τοῦ ζωοποιοῦ Πνεύματος, οὐδ’ ἕτερον οἶμαι ἀπίθανον. ἡ δὲ ὑελίνη θάλασσα τὸ πλῆθος τῶν ἁγίων δυνάμεων, καὶ τὸ καθαρὸν καὶ ἀκηλίδωτον, καὶ τὸ τῆς μελλούσης χαρακτηρίζει ἀτάραχον. τάχα δὲ διὰ ταύτης δηλοῦται τὰ οὐράνια νοητὰ ἀνεφίκτοις ἡμῖν ὕδασι κατὰ τὸν ψαλμῳδὸν στεγαζόμενα. εἰ δέ τισι κρυσταλλοειδὴς ἡ τοῦ οὐρανοῦ φύσις νενόμισται, σκοπεῖν χρὴ, εἰ μὴ ἡ οὐσία τοῦ θεοστιβοῦς ἐκεί. νου ἐδάφους διὰ τούτων σημαίνεται, τὸ στίλβον ὁμοῦ καὶ διαυγὲς ἔχουσα.