Ancient Greek
Book 4
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 4.6
Not analysed yet
Καὶ ἐν μέσῳ τοῦ θρόνου. Καὶ διὰ τούτου δείκνυται ὁ θρόνος σημαντικὸς εἶναι τῆς τοῦ Θεοῦ βασιλείας τε καὶ ἀναπαύσεως, ἐν ἡ καὶ περὶ ἣν τὰ Σεραφὶμ ἐθεώρησε· διὰ τοῦ πλήθους τῶν ὀφθαλμῶν τὸ πρὸς τὰς θείας αὐγὰς θεοπτικὸν αὐτῶν διδασκόμενος. ὅτι τε καὶ τῶν ὄπισθεν καὶ τῶν ἔμπροσθεν θεόθεν τὴν γνῶσιν ἐναυγάζονται.