Ancient Greek
Book 5
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 5.11
Not analysed yet
Καὶ εἶδον καὶ ἤκουσα. Ἐκ πάντων γενέσθαι τὴν δοξολογίαν φησὶν, ἐκ πάντων γὰρ τῶν τε νοητῶν καὶ τῶν αἰσθητῶν, τῶν τε ζώντων, τῶν τε ἁπλῶς ὄντων φυσικοῖς λόγοις ὁ Θεὸς δοξάζεται ὡς πάντων γενεσιάρχης· καὶ ὁ τούτου μονογενὴς καὶ ὁμοούσιος Υἱὸς, ὃς τὴν καινότητα τῷ ἀνθρώπῳ καὶ τὴν δι’ αὐτὸν γεγενημένην κτίσιν χαριζόμενος, εἰ καὶ λαβεῖν τῶν ἐν οὐρανοῖς καὶ τῶν ἐπιγείων τὴν ἐξουσίαν ὡς ἄνθρωπος γέγραπται.