Ancient Greek
Book 5
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 5.14
Not analysed yet
Καὶ τὰ τέσσαρα ζῷα. Καὶ διὰ τούτων δείκνυται μία ποίμνη καὶ μία Ἐκκλησία γεγενῆσθαι Ἀγγέλων καὶ ἀνθρώπων, διὰ Χριστοῦ τοῦ Θεοῦ τοῦ τὰ διεστῶτα συνάψαντος, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντος· ἰδοὺ γὰρ σὺν τοῖς τέσσαρσι ζώοις τοῖς τῶν λοιπῶν ἀγγελικῶν ὑπερέχουσι τάξεων, καὶ οἱ χαρακτηριστικοὶ τοῦ τῶν σωζομένων ἀνθρώπων πληρώματος τῆς τοῦ Θεοῦ ἀξιοῦνται ὑμνῳδίας τε καὶ προσκυνήσεως.