Ancient Greek
Book 5
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 5.2
Not analysed yet
Καὶ εἶδον ἄλλον Ἄγγελον. Διὰ τούτων δηλοῦται, μήτε Ἀγγέλους μήτε ἀνθρώπους ἐν σαρκὶ ὄντας, μήτε τοὺς ἐκ σαρκὸς ἀποδεδημηκότας ἁγίους, τὴν ἀκριβῆ τῶν θείων κριμάτων κατειληφέναι γνῶσιν, πλὴν τοῦ ἀμνοῦ τοῦ Θεοῦ, τοῦ τῶν προφητευθέντων περὶ αὐτοῦ ἔκπαλαι διὰ τῆς παρουσίας αὐτοῦ τὴν ἀσάφειαν λύσαντος. ἔκλαιον δέ, φησιν ὁ Εὐαγγελιστῆς, ὡς εἰς ἀγνωσίαν πεσούσης τῆς καθαρωτάτης τῶν ἀγγελικῶν οὐσιῶν τάξεως. καὶ ἰδοὺ εἷς τῶν πρεσβυτέρων, εἰ καὶ Ἀγγέλοις φησὶν ἡ βίβλος ἀκατάληπτος, ἀλλ’ οὐ τῷ Θεῷ τῷ διὰ τοὺς ἀνθρώπους ἐνανθρωπήσαντι, ὃς ῥίζα Δαβὶδ, ὡς κτίστης διὰ θεότητα, εἰ καὶ ἐκ ῥίζης αὐτοῦ διὰ τὴν ἀνθρωπότητα.