Ancient Greek
Book 5
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 5.1
Not analysed yet
Καὶ εἶδον ἐπὶ τὴν δεξιάν. Βιβλίον τὴν πάνσοφον τοῦ Θεοῦ μνήμην νοοῦμεν, ἐν ᾗ πάντες κατὰ τὸν Δαβὶδ γράφονται, καὶ τῶν θείων κριμάτων τὴν ἄβυσσον. ταύτης δὲ τὰ μὲν ἔξω διὰ τὸ γράμμα εὐληπτότερα, τὰ δὲ ἔσω, διὰ τὸ Πνεῦμα δυστέκμαρτα, τὰς δὲ ἑπτὰ σφραγῖδας, ἣ τὴν τελείαν τῆς βίβλου ἀσφάλειαν καὶ πᾶσιν ἄγνωστον· ἣ τὰς οἰκονομίας τοῦ ἐρευνῶντος τὰ βάθη τοῦ Θεοῦ Πνεύματος, ἃς λῦσαι πάσας, οὐδεμία κτιστὴ φύσις δύναται. βίβλος δὲ καὶ ἡ προφητεία νοεῖται, ἣν αὐτὸς ὁ Χριστὸς ἐν τῷ κατὰ Λοῦκαν Εὐαγγελίῳ πεπληρῶσθαι ἔφη· ἧς τὰ ἑξῆς ἐπ’ ἐσχάτων πληρωθήσονται τῶν χρόνων, εἰ καὶ νῦν ἡμῖν ἄγνωστα.