Ancient Greek
Book 6
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 6.12
Not analysed yet
Καὶ εἶδον ὅτε ἤνοιξε τὴν σφραγῖδα. Καὶ ταύτην τινὲς εἰς τὴν ἐπὶ Οὐεσπασιανοῦ πολιορκίαν ἐξελάβοντο· βοντο· ἔοικε δέ τισι μετάβασις ἐνταῦθα γεγενῆσθαι ἀπὸ τῶν ἐν τοῖς διωγμοῖς χρόνων, εἰς τὸν καιρὸν τὸν πρὸ τῆς ψευδοχρίστου ἀφίξεως· ἐν ᾧ τοσαύτας προεφητεύθη θλίψεις ἔσεσθαι, ἴσως πρὸς τὸ ἐμμελετῶντας ταύταις τοὺς ἀνθρώπους, μὴ ἀπειπεῖν πρὸς τὰς ἐπαγομένας ἐκ τοῦ Ἀντιχρίστου κολάσεις, οἵας οὐδέποτε γεγενημένας ἔγνωμεν· σεισμὸν μέντοι τὴν τῶν πραγμάτων μετάθεσιν πολλαχοῦ τῆς γραφῆς εὑρίσκομεν. τὸ δὲ μέλαν τοῦ ἡλίου καὶ τῆς σελήνης τὸ ἀφεγγὲς καὶ αἱματῶδες, τὸ τοῖς παρὰ τῆς θείας ὀργῆς καταλειφθεῖσιν ἀφώτιστον ἐνδείκνυται. τὸ δὲ πεσεῖν τοὺς ἀστέρας, καθὼς καὶ ἤδη περὶ τῶν ὑπὸ Ἀντιόχου ἀπαντηθέντων γέγραπται, τὸ καὶ τοὺς δοκοῦντας εἶναι φωστῆρας ἐν κόσμῳ πίπτειν, τοῖς γινομένοις ἐποκλάζοντας, ὡς φησὶν ὁ Κύριος, πλανηθῆναι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτοὺς, διὰ τὸ τῆς θλίψεως μέγεθος. ἴσως γὰρ διὰ τοῦτο καὶ ἡ συκῆ εἰς παράδειγμα λαμβάνεται, ὡς τοὺς ἀτελεῖς καρποὺς, καὶ μήπω a πεπανθέντας τῷ τῶν πειρασμῶν καύσωνι καὶ γλυκανθέντας τῇ χάριτι, ἐν τῷ ὑπὸ τοῦ διαβολικοῦ ἀνέμου τινάσσεσθαι καταβάλλουσα. δισσῶς γὰρ ταύτην ἐπί τε καλῷ καὶ κακῷ ἐκλαμβάνειν οἴδαμεν, ἔκ τε τῆς ξηρανθείσης ὑπὸ Χριστοῦ, καὶ τῆς φερομένης ἐν τῷ ᾄσματι. εἰ δὲ αἰσθητῶς ταῦτα τοῦ Χριστοῦ κριτοῦ μετὰ δόξης ἐρχομένου συμβήσεται, αὐτὸς ἃν εἰδείη ὁ τοὺς ἀποκρύφους ἔχων θησαυροὺς τῆς σοφίας καὶ τῆς γνώσεως.