Ancient Greek
Book 6
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 6.14
Not analysed yet
Καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη. Τὸ τὸν οὐρανὸν εἰλῆσθαι ὡς βιβλίον ἣ τὸ ἄγνωστον τῆς δευτέρας ῥᾶς Χριστοῦ παρουσίας αἰνίττεται· ἀψοφητὶ γὰρ ἐν ἀκαριαίῳ ἡ βίβλος ἀνοίγεται· ἢ ὅτι καὶ αἱ οὐράνιαι δυνάμεις τοῖς ἐκπίπτουσι τῆς πίστεως ἐπαλγοῦσαι, οἷον εἱλιγμόν τινα διὰ συμπάθειαν καὶ λύπην ἕξουσιν. διὰ τούτων δὲ καὶ ἕτερον σημαίνεται, τὸ μὴ ἀφανισμὸν τὸν οὐρανὸν ὑφίστασθαι, ἀλλ’ οἷον εἱλιγμόν τινα καὶ ἀλλαγὴν ἐπὶ τὸ βέλτιον. ἡγούμεθα δὲ τῇ ἀρχαίᾳ συνηθείᾳ χρήσασθαι τὸν Ἀπόστολον· εἱλιταρίοις γὰρ Ἑβραῖοι ἀντὶ τῶν πά ἡμῖν βίβλων ἐκέχρηντο, ὡν ἡ ἀνείλησις οὐκ ἀφανισμὸν ἀλλὰ τῶν γεγραμμένων φανέρωσιν ἀπεργάζεται, ὡς καὶ τοῦ οὐρανίου σώματος ἡ ἀνάπτυξις, τῶν ἀποκειμένων τοῖς ἁγίοις ἀγαθῶν τὴν ἀποκάλυψιν δείκνυσιν. Ἐκ τῶν τόπων αὐτῶν ἐνικήθησαν. Ὁ Κύριος ἡμῶν τοῖς Ἀποστόλοις ἐρωτῶσι περὶ τοῦ ἐν Ἱεροσολύμοις ναοῦ καταστροφῆς καὶ συντελείας, καθὼς ἠδύναντο χωρεῖν προεῖπε τὰ μέλλοντα, ἅπερ καὶ ἤδη μὲν ἐν τῇ πολιορκίᾳ ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου τοῖς Χριστοκτόνοις Ἰουδαίοις συμβέβηκεν. ἐπὶ τέλει δὲ μεθ’ ὑπερβολῆς πλειόνος παντὶ τῷ κόσμῳ ἐν τῇ τοῦ Ἀντιχρίστου ἐπιδημίᾳ ἐπελεύσεται· ἐν ᾗ οἱ κατ’ ἐξοχὴν εἴτε ἐκκλησιαστικῆς εὐταξίας, εἴτε κοσμικῆς δυναστείας ὑπάρχοντες, ὄρη τροπικῶς ὀνομαζόμενοι, αἱ τε τῶν πιστῶν ἐκκλησίαι μεταφορικῶς νῆσοι καλούμεναι, ἐκ τῶν τόπων αὐτῶν φεύξονται, τόπον ἐκ τόπων ἀμείβοντες διὰ τὸν ψευδόχριστον. οἱ δὲ τῆς γῆς βασιλεῖς, τουτέστιν οἱ ταύτην ἐξουσιάζοντες, καὶ μηδὲν ἐν οὐρανοῖς κεκτημένοι, σὺν πᾶσι μεγιστᾶσι καὶ πλουσίοις ἐν τοῖς κάτω, καὶ δούλοις τῶν κάτω, καὶ ἐλευθέροις τῆς Χριστοῦ δουλείας, ὑπὸ τῶν σπηλαίων καὶ πετρῶν καὶ ὀρέων καλυφθῆναι εὔξονται, ἣ πειρασθῆναι τῆς θείας ὀργῆς, ἤτοι τὰς ἐν τῇ τοῦ Ἀντιχρίστου παρουσίᾳ κατὰ συγχώρησιν ἀπὸ λιμοῦ καὶ ἑτέρων πληγῶν μάστι- γας· ἣ καὶ ἐπὶ ταῖς προσδοκωμέναις μετὰ τὴν ἀνάστασιν ἀπεράντοις κολάσεσιν, ὅτε καὶ μᾶλλον ἡ θεία ὀργὴ δικαίως ὡς κλίβανος ἐκκαυθήσεται, τοὺς τῷ θεμελίῳ τῆς πίστεως ἐποικοδομοῦντας ξύλα καὶ χόρτον καὶ καλάμην, ὡς τροφὴν πυρὸς καταναλίσκουσα.