Ancient Greek
Book 6
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 6.2
Not analysed yet
Καὶ ἰδοὺ ἵππος λευκός. Καὶ τῆς παρούσης σφραγῖδος τὴν λύσιν καὶ τῶν ἑξῆς ἁπασῶν, τινὲς εἰς τὴν ἔνσαρκον τοῦ Θεοῦ λόγου οἰμονομίαν ἐξειλήφασι· τὴν πρώτην εἰς τὴν γέννησιν, τὴν δευτέραν εἰς τὸ βάπτισμα, τὴν τρίτην εἰς τὰς μετὰ τοῦτο θεοσημείας, τὴν τετάρτην εἰς τὴν ἐπὶ Πιλάτου παράστασιν, τὴν πέμπτην εἰς τὸν σταυρὸν, τὴν ἕκτην εἰς τὴν ἐν μνήματι κατάθεσιν καὶ τοῦ ᾅδου σκύλευσιν, τὴν ἑρδόμην εἰς τὴν ἐκ νεκρῶν ἀνάστασιν. Ἄλλοι δὲ τὴν τῆς πρώτης σφραγῖδος λύσιν, τὴν τῶν Ἀποστόλων φασὶ νοεῖσθαι γενεάν· οἳ καθάπερ τόξον τὸ Εὐαγγελικὸν κήρυγμα κατὰ δαιμόνων ἐντείνοντες, τῷ Χριστῷ τοὺς τρωθέντας τοῖς σωτηρίοις βέλεσι προσήγαγον, στεφάνους εἰληφότες, ἀνθ’ ὡν διὰ τῆς ἀληθείας τὸν τῆς πλάνης ἀρχηγὸν νενικήκασιν, ἐπ’ ἐλπίδι δευτέρας νίκης τῆς μέχρι βιαίου θανάτου ὁμολογίας τοῦ δεσποτικοῦ ὀνόματος· διὸ γέγραπται “ἐξῆλθε νικῶν, καὶ ἵνα νικήσῃ·” γὰρ νίκη ἡ τῶν ἐθνῶν ἐπιστροφή· δευτέρα ἡ τοῦ σώματος δι’ ἑαυτῆς ἑκούσιος μετὰ κολάσεως ἔξοδος.