Ancient Greek
Book 6
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 6.1
Not analysed yet
Καὶ εἶδον ὅτι ἤνοιξε. Κἀνταῦθα ἡ τῶν ἐν οὐρανοῖς εὐταξία σημαίνεται ἐκ τῶν πρώτων τάξεων εἰς τὰς δευτέρας καταβαίνουσα, καὶ ἐκ τοῦ ἑνὸς προσώπου τῶν τετραμόρφων ζώων δηλαδὴ τῶν λεόντων τὴν πρώτην γεγενῆσθαι φωνὴν ἤκουσε κελευομένην τοῦ “ἔρχου τῷ τὴν τυποῦντι Ἀγγέλῳ δι’ αἰνίγματος. τὸ ’δε πρῶτον ζῶον ὁ λέων ἐμφαίνειν μοι δοκεῖ τὸ βασιλικὸν τῶν Ἀποστόλων κατὰ δαιμόνων φρόνημα, κατὰ τὸ a “ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν.”