Ancient Greek
Book 6
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 6.5
Not analysed yet
Καὶ εἶδον, καὶ ἰδού. Ταύτην εἶναι φασὶ τὴν δευτέραν τῶν Ἀποστόλων διδαχὴν, διὰ μαρτύρων καὶ διδασκάλων συμπληρουμένην· ἐν ᾗ πλατυνομένου λοιπὸν τοῦ κηρύγματος ἡ τοῦ κόσμου ἐλύθη εἰρήνηb, καθ’ ἑαυτῆς μερισθείσης τῆς φύσεως, κατὰ τὸν εἰπόντα Χριστὸν, ““ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τῆς γῆς, ἀλλὰ μάχαιραν,” δι’ ἧς μαρτυρικὰ σφάγια εἰς τὸ ἄνω θυσιαστήριον ἀνηνέχθησαν. ὁ δὲ πυρρὸςc ἵππος, ἣ τῆς ἐκχύσεως τῶν αἱμάτων, ἣ τῆς πεπυρωμένης τῶν ὑπὲρ Χριστοῦ πασχόντων διαθέσεως σύμβολον ἦν· τὸ δὲ γεγράφθαι, δοθῆναι τῷ καθ’ ἡμέραν ἐπ’ αὐτὸν λαβεῖν τὴν εἰρήνην, τὴν πάνσοφον δείκνυσι τοῦ Θεοῦ συγχώρησιν, τοὺς πιστοὺς δούλους διὰ πειρασμῶν δοκιμάζουσα.