Ancient Greek
Book 6
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 6.7
Not analysed yet
Καὶ ὅτε ἤνοιξε. τρίτον ζῶον ἐνταῦθα τὸν ἄνθρωπον φησι, τὴν τῶν ἀνθρώπων δηλοῦντα ἔκπτωσιν, καὶ διὰ τοῦτο κολάσεινd διὰ τὸ πρὸς ἁμαρτίαν εὐόλισθον τῇ ἐξουσίᾳ τῆς προαιρέσεως. εἰκὸς δὲ καὶ αἰσθητὸν λιμὸν τότε γενέσθαι, καθὼς ἐν τοῖς ἑξῆς ῥηθήσεται· διὰ δὲ μέλανος ἵππου τὸ πένθος δηλοῦσθαι φαμὲν τὸ ἐπὶ τοῖς ἐκπεσοῦσι τῆς εἰς Χριστὸν πίστεως διὰ τὴν ὑπερβολὴν τῶν κολάσεων. τὸν δὲ ζυγὸν δοκιμαστὴν εἶναι τῶν τε δι’ εὐκολίαν γνώμης ἣ κενοδοξίαν, τῶν τε διὰ σώματος ἀσθένειαν ἐκπεπτωκότων τῆς πίστεως. τὸν δὲ τοῦ σίτου χοίνικα τὸν δηναρίου ἄξιον, δηλοῦν τροπικῶς τοὺς νομίμως ἀθλήσαντας, καὶ τῆς δοθείσης θείας εἰκόνος ἀκριβεῖς φύλακας. τοὺς δὲ τρεῖς χοίνικας τῆς κριθῆς τοὺς κτηνοπρεπῶς τοῖς διώκταις δι’ ἀνανδρίαν ὑποκύψαντας, ἀναλόγως δὲ μετανοήσαντας ὕστερον, καὶ τὴν ῥυπωθεῖσαν εἰκὸς δάκρυσιν ἀποπλύναντας. τὸ δὲ ἐντετάλθαι μὴ ἀδικῆσαι τὸν οἶνον καὶ τὸ ἔλαιον, τὸ μὴ ἀθετεῖσθαι τὴν δι’ ἐπιστροφῆς Χριστοῦ ἰατρείαν, ᾗ τὸν ἐμπεπτωκότα εἰς τοὺς λῃστὰς ἐθεράπευσεν, μήτε προαναρπαγῆναι θανάτῳ τούτους, οἳ διὰ μακροθυμίας τὴν ἥτταν ἔμελλον ἀναμαχήσασθαι.