Ancient Greek
Book 8
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 8.10
Not analysed yet
Καὶ ὁ τρίτος Ἄγγελος. Τὴν διὰ τοῦ ἀψίνθου δηλουμένην πικρίαν τὴν τοῖς κολαζομένοις ἐν γεέννῃ ἁμαρτωλοῖς ἐγγινομένην ὀδύνην φασὶ τινὲς αἰνίττεσθαι, οὓς διὰ τὸ πλῆθος εἰκὸς καλεῖσθαι ὕδατα. ἡγούμεθα δὲ καὶ διὰ τούτων τὰ κατὰ τὸν δηλωθέντα καιρὸν ἀλγεινὰ σημαίνεσθαι· τὸν δὲ ἀστέρα δηλοῦν, ἣ οὐρανόθεν τοῖς ἀνθρώποις ταῦτα ἐπέρχεσθαι, ἣ τὸν διάβολον διὰ τούτου σημαίνεσθαι· οὗτος γὰρ ἀνατροπὴν θολερὰν καὶ πικρὰν δι’ ἡδονῆς ποτίζων τοὺς ἀνθρώπους, καὶ διὰ ταύτης συγχωρούμενος τὰς τιμωρητικὰς αὐτοῖς ἐπάγειν ἐνταῦθα μάστιγας, οὐ πᾶσι, τῷ δὲ τρίτῳ μέρει διὰ τὴν τοῦ Θεοῦ μακροθυμίαν, καὶ τὸ μὴ ἀπιστεῖσθαι τὴν ἐν τῷ μέλλοντι ἀνταπόδοσιν τοῖς ἀνυπομονήτοις θανάτου ψυχικοῦ καθίσταται αἴτιος· ὅτι δὲ πικρὰ συμβήσεται τοῖς πρὸ τῆς συντελείας εὑρισκομένοις, προλαβὼν ὁ Κύπιος ἐπιστώσατο.