Ancient Greek
Book 8
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 8.12
Not analysed yet
Καὶ ὁ τέταρτος Ἄγγελος. Ἡγούμεθα συγγενῆ καὶ ταῦτα τοῖς παρὰ τῷ Ἰωὴλd εἰρημένοις περὶ ἡλίου καὶ σελήνης, τοῖς ἤδη προεκτεθεῖσι κατὰ τὴν δεσποτικὴν περὶ τῆς συντελείας ἀπόφασιν. φαμὲν δὲ διὰ τοῦ τρίτου τῶν φωστήρων καὶ ἀστέρων τὸ τρίτον τῆς ἡμέρας καὶ τῆς νυκτὸς δηλοῦσθαι διάστημα, ὡς ἃν γνοίοιμεν, ὅτι οὐδὲ τότε ἄκρατον ὁ Θεὸς ἐπάγει τὴν κάκωσιν, ἀλλὰ τὸ τρίτον τοῦ χρονικοῦ διαστήματος καὶ συγχωρῶν τοὺς πεπληγότας ἀλγύνεσθαι, λεληθότως τούτους παρακαλεῖ κατὰ τὸ πλέον μέρος τὸ λειπόμενον· τίς γὰρ οἴσει τὸ ποτήριον τῆς θείας ὀργῆς ἀκήρατον;