Ancient Greek
Book 8
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 8.3
Not analysed yet
Καὶ ἄλλος Ἄγγελος. Εἰ καὶ σχηματίζονται εἰς ὕλας καὶ χρώματα τὰ τοῖς ἁγίοις ὁρώμενα, εἴτε θυσιαστήριον, εἴτε ἕτερόν τι, ἀλλὰ ἀόρατα καὶ νοητὰ τυγχάνουσιν. ἐπὶ τούτου τοίνυν στὰς ὁ Ἄγγελος, καὶ τὸν λιβανωτὸν, δηλαδὴ τὸ τὸν λίβανον δεχόμενον θυμιατήριον κρατῶν, τὰς εὐχὰς τῶν ἁγίων ὡς θυμιάματα τῷ Θεῷ προσέφερεν, δι’ ὧν ᾐτοῦντο διὰ τῆς παγκοσμίου συντελείας, ταῖς μὲν τιμωρητικαῖς μάστιξιν τῶν δυσσεβῶν καὶ παρανόμων ἐλαττῶσαι τὴν ἐν τῷ μέλλοντι κόλασιν· τῇ δὲ οἰκείᾳ παρουσίᾳ τοὺς μισθοὺς διανεῖμαι τοῖς κοπιάσασι· τοῦτο δὲ ἐκ τῶν ἑξῆς δείκνυται. Καὶ ἐδόθη αὐτῷ θυμιάματα. Τὸ θυσιαστήριον τοῦτο ὁ Χριστός ἐστιν, ἐν ᾧ πᾶσα λειτουργικὴ καὶ ἁγία συνέστηκε δύναμις, καὶ· αἱ μαρτυρικαὶ θυσίαι προσκομίζονται· οὗ ἦν τύπος τὸ ἐν τῇ σκηνῇ θυσιαστήριον. τὰ δὲ θυμιάματα, αἱ προσευχαὶ τῶν ἁγίων ὡς εὐώδεις τῷ Θεῷ καταλέλεκται. ἐνώπιον δὲ τοῦ Χριστοῦ τοῦ θρόνου δηλαδὴ τῶν ὑπερτάτων ἁγίων δυνάμεων εἴρηκεν, διὰ τὴν χύσιν τῆς ἐν αὐτοῖς ἐμπύρου θείας ἀγάπης, καὶ τῆς ἀκραιφνοῦς σοφίας τε καὶ γνώσεως, ὅπερ ἐμφαίνει ἡ ἑρμηνεία τῶν ὀνομάτων τῶν τῷ Θεῷ πλησιαζουσῶν ὑπερτάτων δυνάμεων.