Ancient Greek
Book 8
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 8.1
Not analysed yet
Καὶ ὅτε ἤνοιξε. Συχνῶς ὁ ἀριθμὸς τῶν ζ΄ ἁγίων τούτων παραλαμβάνεται, ὡς τῷ αἰῶνι τούτῳ καὶ τῷ σαββατισμῷ καὶ ἀναπαύσει τῶν ἁγίων σύστοιχος. διὸ κἀνταῦθα ἐπὶ τῇ λύσει τῆς ἑβδόμης σφραγῖδος ἡ λύσις τῆς γηίνης πολιτείας διασημαίνεται, ἑπτὰ Ἀγγέλων διακονούντων ταῖς κατὰ τούτων παιδείαις ἣ κολάσεως δεομένων ἀνθρώπων μάστιξιν. Καὶ ἐγένετο σιγή. Ἡ σιγὴ δηλοῖ τήν τε ἀγγελικὴν εὐταξίαν καὶ εὐλάβειαν, τὸ τε περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας καὶ Ἀγγέλοις ἄγνωστον. τὸ δὲ ἡμιώριον, τὸ τοῦ καιροῦ ἐμφαίνει βραχὺ, ἐν ᾧ τῶν πληγῶν ἐπαγομένων, καὶ τῶν ἐπὶ γῆς συντελουμένων, ἡ τοῦ Χριστοῦ βασιλεία φανήσεται.