Ancient Greek
Book 9
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 9.17
Not analysed yet
Καὶ οὕτως εἶδον τοὺς ἵππους. Ἵππους οἶμαι λέγεσθαι τοὺς θηλυμανεῖς καὶ κτηνώδεις ἀνθρώπους, ἢ τοὺς ὑποβεβηκότας καὶ ἀρχομένους ἐν τοῖς δαίμοσιν, ἐπιβάτας δὲ τοὺς τούτων κατάρχοντας· ἔθος γὰρ τούτοις οὐ μόνον ἀλλήλοις ὑπηρέταις, ἀλλὰ καὶ πονηροῖς ἀνθρώποις ὀργάνοις πρὸς τὴν τῶν ὁμοφύλων ἐπιβουλὴν κεχρῆσθαι. τοὺς δὲ πυρίνους καὶ ὑακινθίνους πυρώδεις θώρακας, τῆς ἀερίου τῶν πονηρῶν πνευμάτων οὐσίας, καὶ τῆς κακίστης ἐνεργείας εἰναι σημαντικοὺς φαμέν. αἱ δὲ κεφαλαὶ τῶν λεόντων τὸ φονικὸν αὐτῶν καὶ θηριῶδες αἰνίττεται. τὸ δὲ ἐκπορευόμενον πῦρ σὺν καπνῷ καὶ θείῳ ἐκ τοῦ στόματος αὐτῶν, δι’ οὗ τὸ τρίτον τῶν ἀνθρώπων ἀποκτείνεσθαι ἠπείληται, ἢ τὰς τῶν ἰοβόλων αὐτῶν προσβολῶν καὶ εἰσηγήσεων ἁμαρτίας τοὺς καρποὺς τῆς καρδίας φλογιζούσας αἰνίττεται, ἣ τὰς ἐκ τῶν βαρβαρικῶν χειρῶν ἐπαγομένας πυρπολήσεις ταῖς πόλεσι καὶ αἱματεκχύσεις κατὰ θείαν συγχώρησιν, δι’ ὧν τὸ τρίτον μέρος τῶν ἀνθρώπων ἠφάνισται. καλῶς δὲ τὰς οὐρὰς αὐτῶν ὁμοίας φησὶν ὄφεσιν. τὰ γὰρ βέλη τῶν δαιμονικῶν ὑποσπορῶν ἰοβόλος ἁμαρτία καὶ ψυχικὸς θάνατος.