Ancient Greek
Book 9
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 9.13
Not analysed yet
Καὶ ὁ ἕκτος Ἄγγελος. Τούτους φασί τινες τοὺς τέσσαρας Ἀγγέλους, Μιχαὴλ εἶναι, καὶ Γαβριὴλ, καὶ Οὐριὴλf, καὶ Ῥαφαὴλ, τοὺς προδεδειγμένους τῇ εὐφροσύνῃ τῆς θείας θεωρίας, ἀπολύεσθαι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως μετὰ ἀναριθμήτων Ἀγγέλων εἰς τὴν τῶν ἀσεβῶν κατάκρισιν, δι’ ὧν τὸ τρίτον ἀφανίζεται. Ἄλλοι δὲ πονηροτάτους εἶναι δαίμονας φασὶ, δεθένταςg ἐν τοῦ Χριστοῦ παρουσίᾳ, οὓς κατὰ θεῖον πρόσταγμα ἐκ τοῦ ὑπερουρανίου θυσιαστηρίου ἐξερχόμενος Ἄγγελος λύει, ἤτοι τὸν ἐν τῇ παλαιᾷ σκηνῇ ἀντίτυπον, ὑπὸ θείου Ἀγγέλου λύεσθαι· ὥστε ταράξαι τὰ ἔθνη, μὴ μόνον κατὰ Χριστιανῶν, ἀλλὰ καὶ κατ’ ἀλλήλων· ὡς ἃν οἱ δόκιμοι καὶ πιστοὶ φανεροὶ γένωνται, καὶ μειζόνων ἀμοιβῶν καὶ τῶν ἄνω μόνων ἄξιοι. οἱ δὲ χοιρώδεις ἀσεβεῖς καὶ λίαν ἁμαρτωλοὶ καὶ ἀμετανόητοι ἐνδίκως ἐνταῦθα δι’ αὐτῶν κολαζόμενοι, ἡμερωτέρας τῆς καταδίκης ἐν τῇ κρίσει τύχωσιν. εἰ δὲ τῷ Εὐφράτῃ προσδέδενται, οὐδὲν ξένον. οἱ μὲν γὰρ εἰς τὴν ἄβυσσον, οἱ δὲ εἰς τοὺς χοίρους τότε, οἱ δὲ εἰς ἑτέρους τόπους κατὰ τὸ παραστάνον h τῷ Θεῷ ἄχρι καιροῦ κατεδικάσθησαν. μετὰ δὲ τὸν παντελῆ αὐτῶν κατὰ ἀνθρώπων πόλεμον, ἄγονται αἰωνίως κολασθησόμενοι. ἴσως δὲ διὰ τῆς τοῦ Εὐφράτου μνήμης δηλοῦται, ἐκ τῶν μερῶν ἐκείνων ἐξιέναι τὸν Ἀντίχριστον. περὶ δὲ τοῦ πλήθους τῶν δαιμόνων ἀμφιβάλλειν οὐ χρή. πάντα γὰρ τὸν ἀέρα πεπληρῶσθαι αὐτῶν ἔφασαν τινὲς τῶν ἁγίων.