Ancient Greek
Book 9
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 9.9
Not analysed yet
Καὶ ἡ φωνὴ τῶν πτερύγων. Τὴν φωνὴν τῶν πτερύγων τῶν νοητῶν ἀκρίδων ἀπεικασθείσῃ φωνῇ ἁρμάτων πολλῶν πολεμικῶν νομίζομεν, διὰ τὸ μετάρσιον αὐτῶν καὶ ὀξύ· πολεμοῦσι γὰρ ἡμᾶς ἀπὸ ὕψους, ὥς φησιν Δαβίδ. τὰς δὲ ὁμοιωθείσας σκορπίοις οὐρὰς αὐτῶν, τὰ τῶν ἁμαρτιῶν τέλη αἰνίττεσθαι τίκτοντα τὸν ψυχικὸν θάνατον. ἡ γὰρ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον· δι’ ἧς ἡ πεντάμηνος βάσανος τοῖς ἀνθρώποις ἐπάγεται, διά τε τὰς πέντε αἰσθήσεις, διά τε τὸ τοῦ χρόνου ὀλίγον, τῷ μέλλοντι αἰῶνι συγκρινόμενον. τὸν δὲ βασιλέα τούτων, τὸν διάβολον νοεῖσθαι ἀκόλουθον, τὸν ἀληθῶς τοὺς αὐτῷ πειθομένους ἀπολλύοντα· πρὸς ὃν ὅπως ἄσπονδον ἀναλάβωμεν πόλεμον, ἀπειλεῖ ἡμῖν τὰς δύο οὐαὶ μετὰ ταῦτα ἐλεύσεσθαι.