Ancient Greek · ~9 min
ΚΕΦ. ΜΑ.
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin ΚΕΦ. ΜΑ.
Not analysed yet
Περὶ δευτέρου Ἀγγέλου, τὴν πτῶσιν Βαβυλῶνος κηρύσσοντος. Καὶ ἄλλος δεύτερος Ἄγγελος ἠκολούθησε λέγων, ἔπεσεν ἔπεσε Βαβυλὼν ἡ πόλις ἡ μεγάλη, ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικε πάντα τὰ ἔθνη. Τὸ δεύτερον οὐχ ἁπλῶς εἴρηται g. ἀλλ’ εἰς δήλωσιν τοῦ ἐναρξαμενου h τῶν τιμωρητικῶν ἀπειλῶν. ἐχομένως τούτων τῶν ἀπειλῶν, ἄλλος Ἄγγελος τὰς αὐτὰς ἐπιρρωννύων συμφορὰς παραγέγονε. τοῦτο γὰρ παρεμφαίνει τὸ ἀκολουθῆσαι. καὶ τι τὸ ἀκόλουθον τοῦ χρηματισμοῦ; “ἔπεσε Βαβυλὼν ἡ μεγάλη. ”ὑπὸ i γὰρ τῇ ἐκβάσει τῶν προεπηγγελμένων k οὐδὲν πρὸς ὑστέρησιν τὸ μὴ πᾶσαν τὴν τοῦ παρόντος βίου σύγχυσιν πτώσει ὑποβληθῆναι, ᾔτουν ἀΦανισθῆναι. τι γὰρ ἂν ἄλλο ἡ πτῶσις παραστήσῃ ; ὥσπερ οὐδὲ ἡ Βαβυλὼν οὐδὲν ἕτερον εἰ μὴ τὴν σύγχυσιν. καὶ τίς ἡ Βαβυλών ; οὐκ ἄλλη, ἢ οὗτος ὁ φθαρτὸς κόσμος, ἐν ᾧ οὐδὲν ἄκρατον τοῦ ἀντικειμένου, καλὸν δὲ συμπέφυρται κακῷ, ταύτης δηλαδὴ τῆς Βαβυλῶνος l ὅσον οὔπω m κατασεισθείσης, οὐκ ἀλλόθεν πόθεν n ἣ τοῦ ἐξιστᾶν εἰδότος τῶν σοΦρονικῶν ἁπάντων ἀπαγαγοῦσα λογισμοῦ, ὃν εἰς οἶνον μετείληφε ὑπὸ ἀνεπιστρόφῳ ὁρμῇ βακχευόμενον· τοιοῦτον γὰρ ὁ θυμός. ἀφ’ οὗ καὶ τὸ παντὸς ἐξηνδραποδίσθαι περιγίνεται ἀγαθοῦ. πορνείαν δὲ οὐ μόνον οἶδεν ἡ γραφὴ τὴν πρὸς τὸ θῆλυ τοῦ ἄρρενος ἀσελγῆ συνδρομὴν, ἀλλὰ καὶ πᾶσαν τὴν ο ἀπὸ τοῦ ἀγαθοῦ ἔκκλισιν, εἴγε πιστὸν τὸ “ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ.” p ἐκ τούτων οὖν αὐτή τε κατασεισθεῖσα μεθ’ ὧν πεπότικε· καὶ γὰρ τῇ ὁρωμένῃ κτίσει, καὶ οἱ ἐνοικοῦντες αὐτὴν ἅτε τῷ ἐφημέρῳ ταύτης κάλλει δελεασθέντες, συνοίχονται οὐκ εἰς ἀνυπαρξίαν παντελῆ· τις γὰρ ὁ λόγος ; πρὸς ἀνακαινισμὸν δὲ, ὃν φησὶν καὶ Δαβὶδ διὰ τοῦ “ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.” ἀνακαινισμὸς θεοφιλῶς μὲν βεβιωκόσιν εὐφρόσυνος, ἁμαρτωλοῖς δὲ καὶ διαβόλῳ καὶ δαίμοσιν ὀλέθριος, διαιωνιζούσῃ παρατάσει συνεκτεινόμενος. καὶ ὅτι μὲν εἰς Βαβυλῶνα ὁ κόσμος οὗτος μετείληπται, δηλοῖ τὸ μεγάλη προστιθέμενον q οὐ πρὸς ἀντιδιαστολὴν γὰρ μικρᾶς τὸ μεγάλη, ἀλλ’ αὐτὸ τὸ ὂν εἰσηγούμενον r. εἰ δὲ καὶ πρὸς τὴν Χαλδαίαν Βαβυλῶνά τις κατευθύνειν ἐθέλει s τὸν λόγον, οὐδὲν διοίσει τῷ κατὰ ζῆλον ἐκείνης ματαιωθέντι κόσμῳ τοσαῦτα συνηντηκότα, αὐτὴν ἐκείνην t τὴν ἀρχέτυπον ὑποστῆναι, εἴπερ πρὸς τὸ αἴτιον πὰν τὸ ἐπ᾿ u ἐκείνου συμβαῖνον ἀναφέρεται.