Ancient Greek · ~4 min
ΚΕΦ. Ο.
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin ΚΕΦ. Ο.
Not analysed yet
Περὶ τοῦ ἀξιοπίστου τῶν τεθεαμένων τῷ ἀποστόλῳ. Ἴδου ἔρχομαι ταχύ. μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου. καὶ ἐγὼ Ἰωάννης ὁ βλέπων καὶ ἀκούων ταῦτα. καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσον προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ Ἀγγέλου τοῦ δεικνύντος μοι ταῦτα. καὶ λέγει μοι, Ορα μή. σύνδουλός σου εἰμὶ ἐγὼ, καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν, τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου. τῷ Θεῷ προσκύνησον. Τοὺς τηροῦντας λέγει τοὺς σπουδάζοντας μὴ περιπεσεῖν ταῖς εἰρημέναις κολάσεσιν ἐν τῷ βιβλίῳ τούτῳ, ἀλλὰ διὰ βίου θεαπέστως ἀμοιρεῖν αὐτῶν. Καὶ ἐγὼ Ἰωάννης ὁ βλέπων καὶ ἀκούων ταῦτα. Καὶ τοῦτο τῆς ἀποστολικῆς ψυχῆς ἰδίωμα. ὅπερ γὰρ καὶ ἐν τῷ Εὐαγγελίῳ πεποίηκεν εἰπών. “καὶ καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε καὶ “ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ,’’ τοῦτο κἀνταῦθα ποιεῖ εἶναι καὶ αὐτόπτης τῶν προφητευθέντων ὁμολογήσας. διὰ γὰρ τούτου τὰ ἑωραμένα ἐπιστώσατο. ἔδειξε δὲ καὶ, ὡς προείρηται, τὸ τοῦ διατυποῦντος Ἀγγέλου, καὶ τὸ ἑαυτοῦ εὐλαβές.