Ancient Greek · ~8 min
Section 3, Page 12
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.12.16
Not analysed yet
12, 16. διανομή. καὶ πάλιν, “ἡ πόλις πιστὴ Σίων·” καὶ οὐδαμοῦ εὑρίσκομεν ὅτι δικαιοσύνη ἐκλήθη ἡ πόλις, ἀλλ’ ἔμεινεν Ἱεροσόλυμα καλουμένη. ἀλλ’ ἐπειδὴ τοῦτο ἐξέβη πρὸς τὸ βελτίον’ αὐτῆς μεταβληθείσης, διὰ τοῦτο αὐτὴν οὕτω καλεῖσθαι ἔφησεν. εἰ δὲ ἐντεῦθεν ἐπιστομισθέντες ἕτερον ζητοῖεν τὸ τῆς παρθενίας λεχθὲν, καὶ προβάλλοιντο ἡμῖν ἑτέρους ἑρμηνευτὰς, λέγοντες ὅτι οὐκ εἶπεν παρθένον, ἀλλὰ νεᾶνιν. πρῶτον μὲν ἐκεῖνο ἐροῦμεν ὅτι τῶν ἄλλων πάντων μᾶλλον τὸ ἀξιόπιστον οἱ ἑβδομήκοντα ἔχοιεν ἃν δικαίως. Οἱ μὲν γὰρ ἄλλοι μετὰ τὴν Χριστοῦ παρουσίαν ἡρμήνευσαν, Ιουδαῖοι μείναντες καὶ ἀπεχθείᾳ τὰς προφητείας συσκιάσαντες· οἱ δὲ ἑβδομήκοντα καὶ πρὸ πλειόνων τῶν ἑκατὸν ἐτῶν τῆς τοῦ Κυρίου παρουσίας ἐπὶ τοῦτο ἐλθόντες, καὶ τοσοῦτοι ὄντες εὐπαράδεκτοί εἰσιν, καὶ διὰ τὸν χρόνον, καὶ διὰ τὸ πλῆθος καὶ διὰ τὴν συμφωνίαν· εἰ δὲ καὶ τὴν ἐκείνων παράγοιεν μαρτυρίαν, καὶ οὕτω τὰ νικητήρια παρ’ ἡμῖν. καὶ γὰρ τὸ τῆς νεότητος ὄνομα ἐπὶ τῆς παρθενίας εἴωθεν ἡ γραφὴ τιθέναι, οὐκ ἐπὶ γυναικῶν μόνον, ἀλλὰ καὶ ἐπὶ ἀνδρῶν· “νεανίσκοι γάρ,” φησιν, “καὶ παρθένοι καὶ πρεσ- “βύτεροι μετὰ νεωτέρων.” καὶ περὶ κόρης δὲ ἐπιβουλευομένης λέγει, “ὅτι ἐὰν φωνήσῃ ἡ νεᾶνις,” τουτέστιν ἡ παρθένος, καὶ τὰ πρὸ τούτου δὲ εἰρημένα τοῦτον τὸν λόγον συνίστησιν. φησὶν γὰρ, “ἰδοὺ δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον.” καὶ τότε ἐπήγαγε “ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει.” ποῖον οὖν σημεῖον ἦν, εἰ ἐκ νομίμου γάμου ἔμελλεν τίκτειν ἡ παρθένος; τὸ γὰρ σημεῖον ὑπερβαίνειν δεῖ τὴν τῶν πολλῶν ἀκολουθίαν, καὶ ξένον εἶναι καὶ παρηλλαγμένον. ἐπεὶ πῶς ἃν εἴη σημεῖον ; Ἐπειδὴ δὲ διεγερθεὶς ὁ Ἰωσὴφ ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ Ἄγγελος, ἐφάνη καὶ ἐν τούτῳ τὸ εὐπειθὲς αὐτοῦ, καὶ ἐν πᾶσιν ἀδέκαστον. οὔτε γὰρ ἡνίκα ὑπώπευεν ἀηδές τι καὶ ἄτοπον, κατασχεῖν ἠνέσχετο τὴν παρθένον, οὔτε ἐπειδὴ ταύτης ἀπηλλάγη τῆς ὑποψίας ἐκβαλεῖν ὑπέμεινεν, ἀλλὰ καὶ κατέχει καὶ διακονεῖται τῇ οἰκονομίᾳ πάσῃ, “παρέλαβεν γάρ,” φησιν, “Μαρίαν τὴν γυναῖκα “αὐτοῦ.” τὸ δὲ τῆς γυναικὸς ὄνομα συνεχῶς τίθησιν ὁ Εὐαγγελιστὴς, οὐ βουλόμενος ἐκκαλυφθῆναι τὸ μυστήριον ἐκεῖνο τέως, καὶ τὴν πονηρὰν δὲ ἀναιρῶν ὑποψίαν.