Ancient Greek
Section 3, Page 12
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.12.8
Not analysed yet
12, 8. λεχθέντα κατάσχῃ. καὶ τῇ μὲν Μαρίᾳ ταῦτα οὐκ εἶπεν, ἅτε κόρῃ οὔσῃ καὶ ἀπείρως τούτων ἐχούσῃ· τῷ δὲ ἀνδρὶ ὡς δικαίῳ ὄντι καὶ μελετῶντι προφήτας. καὶ πρὸ μὲν τούτου Μαρίαν τὴν γυναῖκά σου λέγει, ἐνταῦθα δὲ, ὅτε τὸν προφήτην εἵλκυσεν εἰς τὸ μέσον, τότε αὐτῷ πιστεύει τὸ τῆς παρθένου ὄνομα. ἐν πρώτοις γὰρ εἶπεν αὐτῷ παρθένον, οὐκ ἂν οὕτως ἀτάραχος διέμεινεν, ὡς τῷ ἐν πολλῷ χρόνῳ μελετηθὲν ὑπ’ αὐτοῦ ἐκ τοῦ προφήτου ἀκούσας, καὶ οὐ μόνον τοῦτο ἀλλὰ καὶ ἐπὶ τὸν Θεὸν ἀναρτᾷ τὸν λόγον, ἐν τῷ εἰπεῖν τὸ ῥηθὲν ὑπὸ Κυρίου διὰ τοῦ προφήτου. ὅτι ὁ χρησμός φησιν ἄνωθεν ἐφέρετο.