Ancient Greek · ~2 min
Section 3, Page 32
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.32.14
Not analysed yet
32, 14. ἀλάζων· λέγει δὲ ταῦτα, οὐ μέχρι τῶν παρόντων ἱστὰς, ἀλλὰ μετὰ τούτων κἀκεῖνα παρέχων· ἄντε γὰρ πνευματι- κὸν εἴπῃ τι, οὐκ ἀφαιρεῖται τὰ ἐν τῷ παρόντι βίῳ. ἄν τέ τι τῶν ἐν τῷ παρόντι βίῳ ὑπόσχηται, οὐ μέχρι τούτου τὸ δῶρον ἵστησι; καὶ περὶ μὲν τοῦ πρώτου φησὶν, “ζητεῖτε πρῶτον τὴν βασιλείαν “τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.” Περὶ δὲ τοῦ δευτέρου, “ὅτι ὅστις ἀφῆκεν ὅ τι οὖν ἕνεκεν ἐμοῦ, ἑκατονταπλα- “σίονα λήψεται ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον “κληρονομήσει.”