Ancient Greek
3.32.18 to 3.32.31
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.32.18-31
Not analysed yet
32, 18. μετερχομένους. ἐπειδὴ γὰρ ἴδιόν ἐστιν τῆς πλεονεξίας τὸ πλείονα ἐπιθυμεῖν κτᾶσθαι ὑπὲρ τὴν χρείαν, ταύτην ἐκέλευσεν μεταθεῖναι εἰς τὸ μὴ ἀγαπᾷν τὸ πλεῖον. 32, 24. ποικίλος. 32, 26. Καὶ δοκεῖ μὲν ἀντίδοσις εἶναι τις ἴση ἔστιν δὲ πολὺ μείζων· αὐτοὶ μὲν γὰρ ἐλεοῦσιν ὡς ἄνθρωποι· ἐλεοῦνται δὲ παρὰ τῷ τῶν ὅλων Θεῷ· οὐκ ἔστιν δὲ ἴσος ἀνθρώπινος ἔλεος καὶ θεῖος· ἀλλ’ ὅσον πονηρίας καὶ ἀγαθότητος τὸ μέσον, τοσοῦτον οὗτος ὁ ἔλεος ἐκείνου διέστηκεν. 32, 31. τὴν ἀνθρώπῳ.