Ancient Greek
Section 3, Page 35
Catenae (Novum Testamentum), Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei 3.35.25
Not analysed yet
35, 25. Ἔτι δὲ καὶ μεθ’ ἑαυτοῦ καὶ ἕτερον προστιθέντι. ὥσπερ γὰρ τὸν διδάσκοντα ἄνευ τοῦ ποιεῖν κατακρίνει, καθώς φησιν ὁ Ἀπόστολος “ὅτι ὁ διδάσκων τὸν ἕτερον σεαυτὸν οὐ διδάσκεις,’ οὕτως τὸ ποιεῖν μὲν, ἑτέροις δὲ μὴ ὑφηγεῖσθαι, ἐλαττοῖ τὸν μισθόν. δεῖ τοίνυν ἑκάτερα ποιεῖν, καὶ πρότερον ἑαυτὸν κατορθώσαντα, οὕτω καὶ ἐπὶ τὴν τῶν ἄλλων ἐκβαίνειν ἐπιτέλειαν· διὰ γὰρ τοῦτο καὶ αὐτὸς τὴν ποίησιν πρὸ τῆς διδασκαλίας τέθεικεν, δεικνὺς ὅτι οὕ τὼς μάλιστά τις διδάξαι δυνήσεται ἑτέρως δὲ οὐδαμῶς. ἀκού- σεται γὰρ, ἰατρὲ, θεράπευσον σεαυτόν· ὁ γὰρ ἑαυτὸν διδάξαι μὴ δυνηθεὶς, καὶ ἑτέρους ἐπιχειρῶν διορθοῦν, πολλοὺς ἕξει κωμῳδοῦντας αὐτὸν. Εἰπὼν δὲ “περισσεῦσαι τὴν δικαιοσύνην πλεῖον τῶν γραμμα- “τέων καὶ Φαρισαίων” οὐχ ἁπλῶς λέγει τῶν παρανόμων, ἀλλὰ τῶν κατορθούντων, οὐ γὰρ ἂν εἰ μὴ κατώρθουν ἔφησεν ἔχειν δικαιοσύνην· οὐδὲ ἃν τὴν οὐκ οὖσαν παρέβαλλε τῇ οὔσῃ, κἂν ἐκ μέρους. οὗτοι γὰρ οἱ κατορθοῦντες γραμματεῖς καὶ Φαρισαῖοι καὶ ἀπαρχὰς καὶ δεκάτας προσέφερον, καὶ νηστείας ἐφύλαττον, καὶ τὰ ἄλλα τὰ τοῦ νόμου ἐτήρουν. διὸ ἡμῖν πλείονος χρὴ τῆς ἐπιτάσεως πρὸς τὴν τῶν ἐντολῶν τήρησιν.